Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.123 Joseph. AJ 5.128 (English) >>Joseph. AJ 5.133

5.126καὶ τοῦτο μὲν τοῖς Λευίταις ἐξαίρετον γέρας ἔδοσαν μετὰ καὶ τῶν δισχιλίων πηχῶν, τὴν δὲ γῆν Χαλέβῳ δωρεὰν ἔδοσαν κατὰ Μωυσέος ἐντολάς· οὗτος δʼ ἦν τῶν κατασκόπων εἷς ὧν ἔπεμψε Μωυσῆς εἰς τὴν Χαναναίαν. 5.127διδόασι δὲ καὶ τοῖς Ἰέθρου τοῦ Μαδιανίτου ἀπογόνοις, Μωυσέος γὰρ ἦν γαμβρός, γῆν ἵνα νέμοιντο· τὴν γὰρ πατρίδα καταλιπόντες ἠκολούθησαν ἐκείνοις καὶ συνῆσαν αὐτοῖς ἐπὶ τῆς ἐρήμου. 5.128

δὲ Ἰούδα φυλὴ καὶ Σεμεωνὶς τὰς μὲν κατὰ τὴν ὀρεινὴν τῆς Χαναναίας πόλεις εἷλον, τῶν δʼ ἐν τῷ πεδίῳ καὶ πρὸς θαλάσσῃ Ἀσκάλωνά τε καὶ Ἄζωτον. διαφεύγει δʼ αὐτοὺς Γάζα καὶ Ἀκκάρων· πεδίων γὰρ ὄντων καὶ πολλῆς ἁρμάτων εὐπορίας κακῶς ἐποίουν τοὺς ἐπελθόντας. καὶ αἵδε μὲν αἱ φυλαὶ μεγάλως ἐκ τοῦ πολεμεῖν εὐδαιμονήσασαι ἀνεχώρησαν εἰς τὰς ἑαυτῶν πόλεις καὶ κατατίθενται τὰ ὅπλα. 5.129

Βενιαμῖται δέ, τούτων γὰρ ἦν Ἱεροσόλυμα, τοῖς οἰκήτορσιν αὐτῶν συνεχώρησαν φόρους τελεῖν. καὶ οὕτως παυσάμενοι πάντες οἱ μὲν τοῦ κτείνειν οἱ δὲ κινδυνεύειν, ἐργάζεσθαι τὴν γῆν εὐσχόλουν. τὸ δʼ αὐτὸ καὶ αἱ λοιπαὶ φυλαὶ τὴν Βενιαμῖτιν μιμησάμεναι ἐποίουν καὶ τοῖς τελουμένοις ἀρκούμενοι φόροις ἐπέτρεπον τοῖς Χαναναίοις ἀπολέμοις εἶναι. 5.130

δʼ Ἐφρὰν πολιορκοῦσα Βήθηλα τέλος οὐδὲν ἄξιον τοῦ χρόνου καὶ τῶν πόνων ηὕρισκε τῆς πολιορκίας, οἱ δὲ καίπερ ἀχθόμενοι τῇ καθέδρᾳ προσεκαρτέρουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.123 Joseph. AJ 5.128 (English) >>Joseph. AJ 5.133

Powered by PhiloLogic